TLG 1190 003 :: ARISTAGORAS :: Fragmenta ARISTAGORAS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 98–100.
Citation: Fragment — (line) | ||
t1-11 | ΑΙΓΥΠΤΙΑΚΑ. | |
t1-12(t) | E LIBRO PRIMO. | |
1 | Steph. Byz.: Ἑρμοτυμβιεῖς, μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. Οἱ αὐτοὶ καὶ Λαβαρεῖς | |
---|---|---|
t1-13 | Idem: Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλᾳ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. | |
t1-14(t) | E LIBRO SECUNDO. | |
1 | Idem: Νικίου κώμη Αἰγύπτου. Ἀρ. Αἰγυπτιακῶν δευτέρῳ. Ὁ οἰκήτωρ Νικιώτης, ὥς φησιν Ὦρος ἐθνικῶν πρώτῳ. | |
t4-11 | E LIBRIS INCERTIS. | |
4 | Idem: Ψεβώ, χώρα ἐνδοτέρα Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει· «Οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ὁδῶν μὲν πέντε καλουμένην Ψεβώ.» Ἀρτεμίδωρος ἐν ὀγδόῳ Γεωγρα‐ | |
5 | φουμένων λίμνην εἶναί φησι. | |
5 | Idem: Ἑλληνικὸν καὶ Καρικόν, τόποι ἐν Μέμφιδι, ἀφ’ ὧν Ἑλληνομεμφῖται καὶ Καρικομεμφῖται, ὡς Ἀρι‐ | |
σταγόρας. | 98 | |
6 | Idem: Γυναικόπολις, πόλις Φοινίκων. Ὁ πολίτης Γυναικοπολίτης. Ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγό‐ ρας δὲ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας· ἢ ὅτι πολεμίων ἐπιπεσόν‐ | |
5 | των καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου· ἢ ὅτι γυνή τις νομάρχου, περι‐ σπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα, καὶ ἐνίκησε· ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων τὸν πο‐ | |
10 | ταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀπο‐ βαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώ‐ λυσαν. Ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. | |
7 | Plutarch. De Is. et Os. c. 5: Οἱ δὲ ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν περιττωμάτων φύσιν, ὥστε μὴ μόνον παραιτεῖσθαι τῶν ὀσπρίων τὰ πολλὰ, καὶ τῶν κρεῶν τὰ μήλεια καὶ ὕεια, πολλὴν ποιοῦντα | |
5 | περίττωσιν, ἀλλὰ καὶ τοὺς ἅλας τῶν σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν· ἄλλας τε πλείονας αἰτίας ἔχοντας, καὶ ποτικωτέρους καὶ βρωτικωτέρους ποιεῖν ἐπιθήγοντας τὴν ὄρεξιν. Τὸ γὰρ, ὡς Ἀρισταγόρας ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων ἐναποθνήσκειν | |
10 | ἁλισκόμενα μὴ καθαροὺς λογίζεσθαι τοὺς ἅλας, εὔηθές ἐστι. | |
8 | Aelianus N. An. XI, 10: Σημεῖα δὲ αὐτοῦ (Apidis tauri) καὶ γνωρίσματα λέγει μὲν καὶ Ἡρόδοτος καὶ Ἀρισταγόρας· οὐχ ὁμολογοῦσι δὲ αὐτοῖς Αἰγύπτιοι. | |
9 | Plinius H. N. XXXVI, 12, 17: Qui de iis scri‐ pserint (sc. de pyramidibus), sunt Herodotus, Eu‐ hemerus, Duris Samius, Aristagoras, Dionysius, Artemidorus, Alexander Polyhistor, Butorides, | |
5 | Antisthenes, Demetrius, Demoteles, Apion. Inter omnes eos non constat a quibus factae sint, justis‐ simo casu obliteratis tantae vanitatis auctoribus. Aliqui ex his prodiderunt in raphanos et allium | |
ac caepas mille sexcenta talenta erogata. | 99 | |
11 | Diog. L. I, 72: Βραχυλόγος τε ἦν (sc. ὁ Χίλων)· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χειλώνειον καλεῖ. Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε | |
τὸ ἐν Βραγχίδαις. | 100 |